Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.472 Joseph. AJ 14.477 (English) >>Joseph. AJ 14.482

14.475πρός τε τὰς μηχανὰς ἀντετείχιζον ἐρειπομένων τῶν πρώτων οἰκοδομημάτων, ὑπὸ γῆν τε ἀπαντῶντες ἐν ταῖς μεταλλεύσεσιν διεμάχοντο, ἀπονοίᾳ δὲ τὸ πλέον προμηθείᾳ χρώμενοι προσελιπάρουν τῷ πολέμῳ εἰς τοὔσχατον, καὶ ταῦτα μεγάλου στρατοῦ περικαθημένου σφᾶς καὶ λιμῷ ταλαιπωρούμενοι καὶ σπάνει τῶν ἐπιτηδείων· τὸν γὰρ ἑβδοματικὸν ἐνιαυτὸν συνέβη κατὰ ταῦτʼ εἶναι. 14.476ἀναβαίνουσιν δὲ ἐπὶ τὸ τεῖχος πρῶτον μὲν λογάδες εἴκοσι, ἔπειτα δὲ ἑκατόνταρχοι Σοσσίου· ᾑρέθη γὰρ τὸ μὲν πρῶτον τεῖχος ἡμέραις τεσσαράκοντα, τὸ δὲ δεύτερον πεντεκαίδεκα· καί τινες τῶν περὶ τὸ ἱερὸν ἐνεπρήσθησαν στοῶν, ἃς Ἡρώδης Ἀντίγονον ἐμπρῆσαι διέβαλεν, μῖσος αὐτῷ πραγματευόμενος παρὰ τῶν Ἰουδαίων γενέσθαι. 14.477ᾑρημένου δὲ τοῦ ἔξωθεν ἱεροῦ καὶ τῆς κάτω πόλεως εἰς τὸ ἔσωθεν ἱερὸν καὶ τὴν ἄνω πόλιν οἱ Ἰουδαῖοι συνέφυγον, δείσαντες δὲ μὴ διακωλύσωσιν αὐτοὺς οἱ Ῥωμαῖοι τὰς καθημερινὰς θυσίας ἐπιτελεῖν τῷ θεῷ, πρεσβεύονται ἐπιτρέψαι παρακαλοῦντες θύματα αὐτοῖς μόνον εἰσκομίζεσθαι· δʼ ὡς ἐνδωσόντων αὐτῶν συνεχώρει ταῦτα. 14.478καὶ ἐπεὶ μηδὲν ἑώρα γινόμενον παρʼ αὐτῶν ὧν ὑπενόει, ἀλλὰ ἰσχυρῶς ἀντέχοντας ὑπὲρ τῆς Ἀντιγόνου βασιλείας, προσβαλὼν κατὰ κράτος εἷλεν τὴν πόλιν. 14.479καὶ πάντα εὐθὺς φόνων ἦν ἀνάπλεα τῶν μὲν Ῥωμαίων ἐπὶ τῇ τριβῇ τῆς πολιορκίας διωργισμένων, τοῦ δὲ περὶ Ἡρώδην Ἰουδαϊκοῦ μηδὲν ὑπολιπεῖν σπεύδοντος ἀντίπαλον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.472 Joseph. AJ 14.477 (English) >>Joseph. AJ 14.482

Powered by PhiloLogic